In the passage below, these seem like worthwhile tasks to do, because they will either involve exploring/acquiring new skills, or simply be nice exercises of skills you have:

  1. Meter: in the first 10 lines, find 1) all of the sense breaks A,B, and C identified in the schema below ; 2) any elisions.
    Here is a general schema of the Homeric line:

    Supposedly, sense breaks occur as follows:

    This is taken from Ingalls, Wayne B. “The Structure of the Homeric Hexameter: A Review.” Phoenix, vol. 24, no. 1, 1970, pp. 1–12. JSTOR, https://doi.org/10.2307/1087399. Accessed 26 Mar. 2025.
    1. Find a citation of a later treatment of Homeric meter that uses, alters, updates, etc. this schema.
  2. Find any enjambement.
  3. How many main clauses are there in this passage, and how many subordinate clauses (I consider a clause roughly to be a unit that has its own finite verb: explain what you count as what as needed)
  4. Find all subjunctives and optatives and explain why they are subjunctives/optatives.
  5. Find 10 forms that are not like their exact Attic counterparts: give both Homeric and Attic forms.
  6. Find a place, if there is one, where a digamma would have occurred had they been retained and where an intervocalic sigma dropped out (I am honestly not sure if there are any such places in this passage: just letting you know).
  7. Find 10 Homeric synonyms of words found in this passage (the synonyms need not occur in this passage and need not all be synonyms of the same word) and 10 non-Homeric synonyms of words found in this passage.
  8. Find one thing that you judge to be a 'formula,' and justify that judgement with parallels and your definition of formula (I am not going to assess that definition in great detail: I just want you to create and apply a definition).

εὗρον δ’ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης (210)

ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.

ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,

τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακ’ ἔδωκεν.

οὐδ’ οἵ γ’ ὡρμήθησαν ἐπ’ ἀνδράσιν, ἀλλ’ ἄρα τοί γε

οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν. (215)

ὡς δ’ ὅτ’ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα

σαίνωσ’· αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ·

ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες

σαῖνον· τοὶ δ’ ἔδδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.

ἔσταν δ’ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο, (220)

Κίρκης δ’ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ

ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων

λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.

τοῖσι δὲ μύθων ἦρχε Πολίτης, ὄρχαμος ἀνδρῶν,

ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε· (225)

  ‘ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν

καλὸν ἀοιδιάει, δάπεδον δ’ ἅπαν ἀμφιμέμυκεν,

ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον.’

  ὣς ἄρ’ ἐφώνησεν, τοὶ δ’ ἐφθέγγοντο καλεῦντες.

ἡ δ’ αἶψ’ ἐξελθοῦσα θύρας ὤϊξε φαεινὰς   (230)

καὶ κάλει· οἱ δ’ ἅμα πάντες ἀϊδρείῃσιν ἕποντο·

Εὐρύλοχος δ’ ὑπέμεινεν· ὀΐσατο γὰρ δόλον εἶναι.

εἷσεν δ’ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,

ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν

οἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳ   (235)

φάρμακα λύγρ’, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.

αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκ’ ἔπειτα

ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.

οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε

καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος ὡς τὸ πάρος περ. (240)

ὣς οἱ μὲν κλαίοντες ἐέρχατο· τοῖσι δὲ Κίρκη

πὰρ ἄκυλον βάλανόν τ’ ἔβαλεν καρπόν τε κρανείης

ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.

  Εὐρύλοχος δ’ ἂψ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν,

ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον. (245)

οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος, ἱέμενός περ,

κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσε

δακρυόφιν πίμπλαντο, γόον δ’ ὠΐετο θυμός.

ἀλλ’ ὅτε δή μιν πάντες ἀγαζόμεθ’ ἐξερέοντες,

καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·   (250)

  ‘ᾔομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμ’ Ὀδυσσεῦ·

εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ

[ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.]

ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγ’ ἄειδεν

ἢ θεὸς ἠὲ γυνή· τοὶ δ’ ἐφθέγγοντο καλεῦντες.   (255)

ἡ δ’ αἶψ’ ἐξελθοῦσα θύρας ὤϊξε φαεινὰς

καὶ κάλει· οἱ δ’ ἅμα πάντες ἀϊδρείῃσιν ἕποντο·

αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀϊσάμενος δόλον εἶναι.

οἱ δ’ ἅμ’ ἀϊστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν

ἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.’   (260)

 ὣς ἔφατ’, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον

ὤμοιϊν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·

τὸν δ’ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.

αὐτὰρ ὅ γ’ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων

[καί μ’ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·] (265)

  ‘μή μ’ ἄγε κεῖσ’ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπ’ αὐτοῦ·

οἶδα γὰρ ὡς οὔτ’ αὐτὸς ἐλεύσεαι οὔτε τιν’ ἄλλον

ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον

φεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.’

  ὣς ἔφατ’, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· (270)

‘Εὐρύλοχ’, ἦ τοι μὲν σὺ μέν’ αὐτοῦ τῷδ’ ἐνὶ χώρῳ

ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηῒ μελαίνῃ·

αὐτὰρ ἐγὼν εἶμι· κρατερὴ δέ μοι ἔπλετ’ ἀνάγκη.’

  ὣς εἰπὼν παρὰ νηὸς ἀπήϊον ἠδὲ θαλάσσης.

ἀλλ’ ὅτε δὴ ἄρ’ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας (275)

Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,

ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν

ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,

πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·

ἔν τ’ ἄρα μοι φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε· (280)

  ‘πῇ δὴ αὖτ’, ὦ δύστηνε, δι’ ἄκριας ἔρχεαι οἶος,

χώρου ἄϊδρις ἐών; ἕταροι δέ τοι οἵδ’ ἐνὶ Κίρκης

ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.

ἦ τοὺς λυσόμενος δεῦρ’ ἔρχεαι; οὐδέ σέ φημι

αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γ’ ἔνθα περ ἄλλοι. (285)

ἀλλ’ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω·

τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης

ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.

πάντα δέ τοι ἐρέω ὀλοφώϊα δήνεα Κίρκης.

τεύξει τοι κυκεῶ, βαλέει δ’ ἐν φάρμακα σίτῳ· (290)

ἀλλ’ οὐδ’ ὧς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει

φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.